Ancient Greek · ~16 min
<Στοιχεῖον A.>
Eusebius Scr. Eccl. et Theol., Onomasticon Γενέσεως..1
Not analysed yet
Ἀραράτ (Gen 8, 4). ἡ Ἀρμενία· ἐν ὄρεσιν Ἀραρὰτ ἡ κιβωτὸς καθίσαι λέγεται καί φασιν εἰς δεῦρο δείκνυσθαι ἐπὶ τῶν ὀρέων Ἀρ- μενίας λείψανα τῆς κιβωτοῦ. μέμνηται καὶ Ἱερεμίας τῆς Ἀραρὰτ ἐν τῇ κατὰ Βαβυλῶνος ὁράσει. καὶ Ἰώσιππος δὲ ἐν τῇ πρώτῃ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας τὰ περὶ τὸν τόπον ἱστορῶν παρατίθεται καὶ ἀπὸ τῶν ἔξω μάρτυρας, ὧδε ῥήμασιν αὐτοῖς γράφων· »μαθὼν« δὲ Νῶε »ἀπηλλαγμένην τὴν γῆν τοῦ κατακλυσμοῦ, μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν, αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν. ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς οἱ περιχώριοι τὰ λείψανα δεικνύουσιν. τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὦν ἐστὶ καὶ Βήρωσος ὁ Χαλδαῖος. διηγούμενος γὰρ τὰ περὶ τὸν κατα|κλυσμὸν οὕτω που διέξεισιν· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι, καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας. χρῶνται δὲ μάλιστα οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς. μέμνηται δὲ τούτων καὶ Ιερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ||ἄλλοι πλείους. καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως· ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, ἐφ’ ὃ πολλοῖς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι, καὶ τινὰ ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ᾿ ἂν οὑτος, ὅντινα καὶ Μωϋσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης«. Ἀχάδ (Gen 10,10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Ἀγγαί (Gen 12,8). κατὰ δυσμὰς Βαιθήλ. διεστήκασιν ἀλλήλων οὐ πλεῖστον. κεῖται δὲ ἡ Βαιθὴλ ἀπιόντων εἰς Αἰλίαν ἀπὸ Νέας πόλεως ἐν λαιοῖς τῆς ὁδοῦ ἀμφὶ τὸ δωδέκατον Αἰλίας σημεῖον. καὶ ἡ μὲν Βαιθὴλ εἰς ἔτι νῦν μένει, ἡ δὲ Ἀγγαὶ τόπος ἔρημος αὐτὸ μόνον δείκνυται. καλεῖ δὲ αὐτὴν καὶ Γαῖ ἡ γραφή. Ἀσταρὼθ Καρναείν (Gen 14,5). χώρα γιγάντων ὑπὲρ τὴν |οὓς κατέκοψεν Χοδολλαγόμωρ, καί εἰσιν εἰς ἔτι νῦν δύο κῶμαι ἐπὶ τῆς Βαταναίας τῆς καὶ Βατολούας ἀλλήλων διεστῶσαι σημείοις θ᾿ μεταξὺ Ἀδάρων καὶ Ἀβίλης πόλεως. Ἀρβώ (Gen 23,2). »αὕτη ἐστὶ Χεβρών«, κώμη νῦν μεγίστη, μητρόπολις οὖσα τὸ παλαιὸν τῶν ἀλλοφύλων, καὶ γιγάντων οἰκητήριον, καὶ βασίλειον μετὰ ταῦτα Δαυίδ. κεκλήρωτο δὲ φυλῇ Ἰούδα, καὶ πόλις ἦν ἱερατική, μία τῶν φυγαδευτηρίων, Αἰλίας ἐκ νότου διεστῶσα σημείοις β΄ πρὸς κ΄. ἡ δρῦς ||Ἁβραὰμ καὶ τὸ μνῆμα αὐτόθι θεωρεῖται καὶ θρησκεύεται ἐπιφανῶς πρὸς τῶν ἐθνῶν ἡ τερέβινθος καὶ οἱ τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἄγγελοι πρότερον δὲ Ἀρβὼ καλουμένη ὓστερον ἐκλήθη Χεβρὼν ἀπὸ Χεβρών, ἑνὸς τῶν υἱῶν Χαλέβ, ὡς ἐν Παραλειπομέναις. Αἰλάμ (Gen. 14,1). ἐν ἐσχάτοις ἐστὶ <Παλαιστίνης> παρακειμένη τῇ πρὸς μεσημβρίαν ἐρήμῳ καὶ τῇ πρὸς αὐτὴν ἐρυθρᾷ θαλάσσῃ, πλωτῇ οὔσῃ τοῖς τε ἀπ’ Αἰγύπτου περῶσι καὶ τοῖς ἀπὸ τῆς Ἰνδικῆς. ἐγκάθηται δὲ αὐτόθι τάγμα Ῥωμαίων τὸ δέκατον. καλεῖται δὲ νῦν Ἀϊλά. ἦν δὲ καὶ Αίλαμιτῶν τὸ παλαιὸν ἔθνος. |ταύτης ἦν βασιλεὺς Χοδολλαγόμωρ. κεῖται δὲ καὶ ἄλλη ἐν Βασιλείαις Αἰλὰμ τῶν ἀλλοφύλων. Ἀδάμα (Gen 14, 2). μία τῆς Πενταπόλεως Σοδόμων, ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα. Ἀσασὰν Θαμάρ (Gen 14,7). ἔνθα κατῴκουν οἱ Ἀμορραῖοι, οὓς κατέκοψεν Χοδολλαγόμωρ. παράκειται τῇ ἐρήμῳ Κάδης. λέγεται δέ τις Θαμαρὰ κώμη διεστῶσα Μάψις ἡμέρας ὁδόν, ἀπι||όντων ἀπὸ Χεβρὼν εἰς Ἀϊλάμ, ἥτις νῦν φρούριόν ἐστι τῶν στρατιωτῶν. Ἀλουά (Gen 36,40). χώρα ἡγεμόνων <Ἐδὼμ> ἐν τῇ νῦν Πέτρᾳ τῇ πόλει παρακειμένη. Αἰνάν (Gen 38,14), »ἥ ἐστιν ἐν παρόδῳ Θαμνά«. ἔρημος νῦν τόπος ἐστὶν ἡ Ἀϊνάν, παρακείμενος τῇ Θαμνᾷ εἰς δεῦρο οἰκουμένῃ μεγίστῃ κώμῃ, κειμένῃ μεταξὺ Αἰλίας καὶ Διοσπόλεως. πηγὴ δὲ ἔστιν ἐν τῷ Αἰνὰν λεγομένῳ τόπῳ, παρ’ ᾗ εἴδωλον ἦν παρὰ τῶν ἐγχωρίων τιμώμενον. <Ἅλων Ἀτάδ (Gen 50,10). »ὃ ἐστιν πέραν τοῦ Ἰορδάνου«, ἔνθα ἐκόψαντο τὸν Ἰακώβ. διέστηκεν ὁ τόπος Ἱεριχοῦς τρισὶ σημείοις, ὡς ἀπὸ δύο σημείων τοῦ Ἰορδάνου. καὶ νῦν καλεῖται Βηθαγλά. ὅπερ ἑρμηνεύεται τόπος κύκλου διὰ τὸ ἐκεῖ κοπτομένους τὸν Ἰακὼβ κυκλοῦν. >