Ancient Greek · ~2 min
<Στοιχεῖον Ω
Eusebius Scr. Eccl. et Theol., Onomasticon Τῆς Πεντατεύχου.>-2
Not analysed yet
Ὤν (Ex 1. 11). »<ἥ> ἐστιν Ἡλιούπολις«. <πόλις> ἣν καὶ αὐτὴν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ τοὺς Ο΄. τὸ τὰρ Ἑβραικὸν οὐκ ἔχει, καὶ εἰκότως, προυπῆρχε γὰρ τῆς εἰσόδου τῶν υἱῶν Ἰσραήλ, καὶ ἦν γε αὐτῆς ἱερεὺς ὁ τῆς Ἀσεννέκ πατήρ. Ὥρ’ (Num 20. 22. 28). ὄρος ἐν ᾧ τελευτᾷ Ἀαρὼν πλησίον Πέτρας πόλεως, ἐν ᾧ καὶ εἰς ἔτι νῦν δείκνυται ἡ ἐπὶ Μωüσέως ῥεύσασα πέτρα. Ὠβώθ (Num 21, 10). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.