Ancient Greek · ~5 min
Στοιχεῖον Ρ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon τῆς Πεντατεύχου.
Not analysed yet
Ῥοωβὼθ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Ῥοωβὼθ (Gen 36, 37). πόλις ἄλλη, ἡ »παρὰ ποταμόν«, ἔνθα ἦν βασιλεῖς Ἰδουμαίων. καὶ νῦν ἐστι φρούριον ἐν τῇ Γεβαiηνῇ. Ῥαμεσσέ (Ex 1, 11). πόλις ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Αἰγύπτῳ. οὕτω δὲ καὶ ἡ χώρα πᾶσα τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ κατῴκησεν τῴκησεν Ἰακὼβ ἅμα τοῖς παισὶν αὐτοῦ. Ῥοώβ (Num 13, 22). δι’ ἧς ἦλθον οἱ μετὰ Ἰησοῦ κατάσκοποι. καὶ ἔστι Ῥοὼβ κώμη ἀπὸ τετάρτου σημείου Σκυθοπόλεως. ἠν δὲ Λευίταις ἀφωρισμένηη. ||Ῥαφακά (Num 33, 12). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ῥαφιδίμ (Num 33, 14). τόπος τῆς ἐρήμου παρὰ τὸ Χωρὴβ ὄρος, ἐν ᾦ ἐκ »τῆς πετρας« τῆς ἐν τῷ ὄρει Χωρὴβ ἐρρύησαν τὰ ὕδατα. καὶ ἐκλήθη ὁ τόπος πειρασμός. ἔνθα καὶ πολεμεῖ Ἰησοῦς τὸν Ἀμαλὴκ ἐγγὺς Φαράν. 'Ραθμά (Num 33, 18). σταθμὸς <τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ῥεμμὼν Φάρες (Num 33, 19). σταθμὸς τῶν υἱῶν Ἰσραήλ. 'Ρεσσά (Num 33, 21). σταθμὸς> τῶν υἱῶν Ἰσραήλ. |Ῥαμώθ (Deut 4, 43). πόλις φυλῆς Γὰδ ἱερατική, τῶν φυγασευτηρίων, ἐν τῇ Γαλααδίτιδι. καὶ νῦν ἐστιν ὡς ἀπὸ ἴε σημείων Φιλαδελφίας πρὸς δυσμάς. Ῥεδέμ (Num 31, 8). αὕτη ἐστὶν Πέτρα πόλις τῆς Ἀραβίας. ἧς ἐβασίλευσε Ῥοκόμ, ὃν ἀνεῖλον οἱ υἱοὶ Ἰόραήλ. λέγεται δὲ καὶ αὐτὸς βασιλεὺς Μαδιάμ.