Ancient Greek · ~3 min
Στοιχεῖον Η.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-3
Not analysed yet
Ἠνγαννίμ (Jos 15, 34). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πλη|σίον Βαιθήλ. Ἠναΐμ (Jos 15, 34). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη Βηθενὶμ περὶ τὴν τερέβινθον. Ἠνδώρ (Jos 17, 11). φυλῆς Μανασσῆ. ἔνθα ἦν ἡ ἐγγαστρίμυθος. καὶ ἀνωτέρω κεῖται Ἀεωδώρ. ἔστι δὲ πλησίον Ναίν ἐν ᾖ ὁ Χριστὸς τὸν υἱὸν τῆς χήρας ἤγειρεν, ἀμφὶ τὴν Σκυθόπολιν. Ἠνγαννί (Jos 19, 21). κλήρου Ἰσσάχατρ. πόλις Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δὲ λέγεται εἶναί τις Ἠνγαννὰ κώμη περὶ τὴν Γέρασαν τὴν ἐν τῇ Περαίᾳ. Ἠναδά (Jos 19, 21). κλήρου Ἰσσάχαρ. ἐστὶ δὲ κώμη νῦν ἑτέρα Ἠναδάβ, ἀπιόντων ἀπὸ Ἐλευθεροπόλεως εἰς Αἰλίαν, περὶ τὸ ἴ’ σὴ μεῖον. Ἠωασώρ (Jos 19, 37). κλήρου Νεφθαλείμ. κεῖται καὶ ἀνωτέρω Ἀσώρ. Ἡράκων (Jos 19, 46). ὅριον φυλῆς Δάν, πλησίον Ἰόππης.