Ancient Greek · ~10 min
| Στοιχεῖον Μ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-6
Not analysed yet
Μακηδά (Jos 10, 10). ἐν ταύτῃ συνέκλεισεν Ἰησοῦς τοὺς ε΄ βασιλεῖς εἰς τὸ σπήλαιον, οὑς καὶ ἀνεῖλεν μετὰ τοῦ βασιλέως τῆς Μακηδά. ἣ γέγονε φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ἀπὸ σημείων η΄. Μαδών (Jos 11, 1). πόλις, ἧς ἐβασίλευσεν Ἰωβάβ, ὃν ἐπολέμησεν Ἰησοῦς. Μασσηφά (Jos 11, 3). φυλῆς Ἰούδα, ἔνθα κατῴκει Ἰεφθαέ, πλησίον τῆς Καριαθιαρεὶμ, ἐν ᾖ καὶ ἡ κιβωτός ποτε κατέμεινεν, ἔνθα καὶ Σαμουὴλ ἐδίκαζεν. κεῖται καὶ ἐν Ἱερεμίᾳ. Μερράν (Jos 11, 7). ἔστι τὸ ὕδωρ, ἔνθα παρενέβαλον εἰς πόλεμον. ἔστι νῦν κώμη Μερροῦς, Σεβαστῆς ἀπέχουσα σημείοις ιβ΄ πλησίον Δωθαείμ. Μαστραιφὼθ μαΐμ (Jos 11, 8). Ἀ΄ Μαστραιφὼθ ὕδατος, Σ΄ Μαστραιφὼθ θαλάσσης. Μαχαθί (Jos 12, 5). πόλις περὶ τὸν Ἰορδάνην τῶν Ἀμορραίων, πλησίον ὂρους Ἀερμών. ἀφ’ ἧς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Μαχαθί. Μαρώμ (Jos 12, 20). <καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν ἀνελών. κεῖται καὶ ἀνωτέρω Μαροῦς. ||Μαγγεδδώ> (Jos 12, 21). καὶ ταύτην εἷλεν Ἰησοῦς, αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Μανασσῆ, ἣν οὐ κατέσχεν, ὅτι μὴ ἐξῆρεν ἀπ’ αὐτῆς τὸν ἀλλόφυλον. Μισώρ (Jos 13, 9. 16). Ἀ΄ Σ΄ τὴν ὁμαλήν. πόλις φυλῆς Λευίταις ἀφωρισμένη, ἐν τῇ Γεβαληνῇ. |Μεδδαβά (Jos 13, 9). πόλις καὶ μέχρι νῦν ἐστι τῆς Ἀραβίας Μηδαβὰ εἰς ἔτι νῦν καλουμένη πλησίον Ἐσσεβών. Μηφαάθ (Jos 13, 18). φυλῆς Βενιαμίν. καὶ ἄλλη δέ ἐστιν ἐπέκεινα τοῦ Ἰορδάνου, ἔνθα φρούριον ἐγκάθηται στρατιωτῶν παρὰ τὴν ἔρημον· Μασφά (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δέ ἐστι νῦν Μασσηβὰ ἐν ὁρίοις Ἑλευθεροπόλεως ἐν βορείοις. ἔστι καὶ ἄλλη, φυλῆς Ἰούδα, ἀπιόντων εἰς Αἰλίαν. Μαναείμ (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη, ἐν τῇ Γαλααδίτιδι, Μωλαδά (Jos 15, 26). φυλῆς Ἰούδα ἢ Συμεών. Μηδεβηνά (Jos 15, 31). φυλῆς Ἰούδα. καὶ ἒστι νῦν Μηνοεὶς πλησίον Γάζης πολίχνη. κεῖται καὶ ἐν Ἠσαίᾳ. Μαγδαλά (Jos 15, 37). φυλῆς Ἰούδα. Μαρησά (Jos 15, 44). φυλῆς Ἰούδα. ἔρημός ἐστι νῦν ὡς ἀπὸ σημείων β΄ Ἐλευθεροπόλεως. ||Ναῶν (Jos 15, 55). φυλῆς Ἰούδα. ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ. Μαρώθ (Jos 15, 59). φυλῆς Ἰούδα. Μαδδεί (Jos 15. 01). φυλῆς Ἰούδα. Μασγά (Jos 18, 26). φυλῆς Βενιαμίν. Μαχθώθ (Jos 17, 7). φυλῆς Μανασσῆ. Μαραλά (Jos 19, 11). ἀνάβασις Ζαβουλών. Μασάν (Jos 19, 26). κλήρου Ἀοήρ. συνάπτει τῷ Κὰρ μήλῳ κατὰ θάλασσαν, πόλις Λευίταις ἀφωρισμένη. Μεελέφ (Jos 19, 33). ὅριον Νεφαλείμ. Μαγδιήλ (Jos 19, 38). κλήρου Νεφθαλείμ. καὶ ἔστι νῦν κώμη μεγάλη ἀπὸ ἔ’ σημείων Δώρων, ἀπιόντων εἰς Πτολεμαίδα.