Ancient Greek · ~12 min
Στοιχεῖον Σ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-9
Not analysed yet
Σομερών (Jos 12, 20). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών ταύτην λέγουσιν εἶναι Σεβαστήν, τὴν νῦν πολίχνην τῆς Παλαιστίνης. λέγεται δὲ ἐν Βασιλείαις Ζαμβρὶ βασιλέα Ἰσραὴλ ἐωνῆσθαι τὸ ὄρος τοῦ Σεμερὼν παρὰ Σεμήρ«, κτίσαι τε ἐπ’ αὐτοῦ πόλιν καὶ ἐπονομάσαι Σεμηρὼν παρὰ τὸν Σεμήρ. Σηειρά (Jos II, 17). καὶ ταύτην εἷλεν Ἰησοῦς. Σελχά (Jos 13, 11). πόλις ἲς ἐν τῇ Βασανίτιδι. Σιώρ (Jos 15, 54). ἡ κατὰ πρόσωπον Αἰγύπτου. ἔστιν δὲ κ κώμη Σιὼρ μεταξὺ Αἰλίας καὶ Ἐλευθεροπόλεως. φυλῆς Ἰούδα. Σαόρθ (Jos 13, 19). φυλῆς Ῥουβὶν ὑπὲρ τὸν Ἰορδάνην. <Σαχώθ (Jos 13, 27). φυλῆς Γὰδ ὑπὲρ τὸν Ἰορδάνην. >|Σαφῶν (Jos 13, 27). φυλῆς Γὰδ ὑπὲρ τὸν Ἰορδάνην. Σαχωράν (Jos 15, 11). φυλῆς Ἰούδα. <Σαμά (Jos 15, 26). φυλῆς Ἰούδα ἢ Συμεών. Σουάλ (Jos 15, 28). φυλῆς Ἰούδα ἢ Συμεών. Σικελάγ (Jos 15, 31). ταύτην ἔδωκεν Ἀγχοὺς τῷ Δαυίδ. φυλῆς Ἰούδα ἢ Συμεὼν ἐν τῷ Δαρωμᾷ. Σανσανά (Jos 15, 31). φυλῆς Ἰούδα. Σαλεεί (Jos 15, 32). φυλῆς Ἰούδα. Σαραά (Jos 15, 33). κώμη ἐστὶν ἐν ὁρίοις Ἐλευθεροπόλεως πρὸς βορρᾶν, ἀπιόντων εἰς Νικόπολιν ὡς ἀπὸ σημείων ι΄. φυλῆς Δὰν ἢ καὶ Ἰούδα. Σοκχώ (Jos 15, 35). κῶμαί εἰσι δύο, ἀνιόντων ἀπὸ Ἐλευθεροπόλεως εἰς Αἰλίαν. ἐν τῷ ἐνάτῳ σημείῳ ἡ μὲν ἀνωτέρα, ἡ δὲ κατωτέρα, Σοκχὼθ χρηματίζουσαι. φυλῆς Ἰούδα. Σαραείν (Jos 15, 36). φυλῆς Ἰούδα. Σενναάν (Jos 15, 37). φυλῆς Ἰούδα. Σαφείρ (Jos 15, 48). ἐν τῇ ὀρεινῇ κώμη ἐστὶν μεταξὺ Ἐλευθεροπόλεως καὶ Ἀσκαλῶνος. φυλῆς Ἰούδα. Σοκχώ (Jos 15, 48). ἀνωτέρω κεῖται ἡ Σοκχώ. λέγονται δὲ αὐτὴν κτίσαι οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Σκαχά (Jos 15, 61). φυλῆς Ἰούδα. Σηλώ (Jos 16, 6). φυλῆς Ἐφραΐμ. ἐν ταύτῃ κατέμενεν ἡ κιβωτὸς τὸ πρὶν μέχρι τῶν χρόνων Σαμουὴλ <ἔστι δὲ Νέας πόλε>ως ἀπὸ σημείων ιβ΄ ||ἐν τῇ Ἀκραβαττινῇ. |Σηλὼμ δὲ καὶ Ἰούδα τοῦ πατριάρχου εἱς τῶν υἱῶν ἐκαλεῖτο. Συχέμ (Jos 17, 7). πόλις φυλῆς Μανασσῆ, τὸ πρὶν οὔσα ἱερατικὴ τῶν φυγαδευτηρίων ἐν τῴ ὂρει οὗ ἔθαψαν τὰ ὀστέα Ἰωσήφ. κεῖται καὶ ἀνωτέρω Συχέμ. Σáμς (Jos 18, 17). πηγὴ Σάμς. φυλῆς Βενιαμίν. Ἀ΄ πηγὴ ἡλίου. Σεμρείμ (Jos 18, 22). φυλῆς Βενιαμίν. Σελᾶ (Jos 18, 28). φυλῆς Βενιαμίν. Σαβέ (Jos 19, 2). φυλῆς Συμεών. Σαρίθ (Jos 19, 10). ὅριον Ζαβουλών. Σάμς (Jos 19, 12). Σ΄ Θ΄ ἡλίου. Σεμερών. (Jos 19. 15). κλήρου Ζαβουλών. Σουνήμ (Jos 19, 18). κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι κώμη Σου. λῆμ’ ὡς ἀπὸ σημείων <ε΄> τοῦ Θαβὼρ Σιῶν (Jos 19, 19). κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι παρὰ τὸ ὅρος Θαβώρ. Σασιμά (Jos 19, 22). ὅριον Ἰσσαχὰρ Σιώρ (Jos 19, 26). κλήρου Ἀοήρ. Σεννανείν (Jos 19, 33), δρυός. ὅριον Νεφθαλείμ. Σωρἠκ (Jos 19, 41). κλήρου Δάν, ἔνθα ἦν Σαμψών, πλησίον τῆς λεγομένης Ἐσθαόλ. Σαμές (Jos 19, 41). κλήρου Δάν. κεῖται καὶ ἀνωτέρω Βεθσαμύς. 48r |Σαλαβείν (Jos 19, 42). κλήρου Δάν. ἀλλὰ καὶ νῦν ἐστι ἐν ὁρίοις Σεβαστῆς Σαλαβὰ καλουμένη. Σεφέθ (Richt 1, 17). τῶν Χαναναίων.