Ancient Greek · ~7 min
|| Στοιχεῖον Β.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.
Not analysed yet
Βαβέλ (Gen 11, 9), Βαβυλών. ἑρμηνεύεται σύγχυσις. ἦν δὲ πόλις βασιλείας γίγαντος Νεβρώδ, ἡνίκα ἐχύθησαν αἱ γλῶσσαι τῶν τὸν πύργον ἐπινοησάντων, ὧν ἄρχοντα γεγονέναι φησὶν Ἰώσιππος τὸν Νεβρώδ. καὶ μάρτυρα δὲ ὁ αὐτὸς τῆς κατὰ τὸν πύργον ἱστορίας τὴν Ἑλληνικὴν Σίβυλλαν παρατίθεται, γράφων οὕτως· »ὁ δὲ τόπος ἐν ὦτ’ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν> Βαβὲλ καλοῦσιν περὶ δὲ τοῦ πύργου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται <καὶ> Σίβυλλα γράφουσα οὕτως· πάντων ὄντων τῶν ἀνθρώπων, πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι’ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἒδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν‘. Βαιθήλ (Gen 12, 8). καὶ νῦν ἐοτι κώμη Αἰλίας ἄποθεν σημείοις ιβ΄ <ἀπιόντων εἰς Νεάπολιν δεξιά· Οὐλαμμα>οῦς δὲ τὸ πρότερον καὶ Λουζά. ἣ καὶ γέγονε φυλῆς Βενιαμίν, πλησίον Βηθαῦν καὶ τῆς Γαῖ. καὶ ταύτην δὲ Ἰησοῦς ἐπολιόρκησε, τὸν βασιλέα αὐτῆς ἀνελών. ǁ Βαλά (Gen 14. 2). ἥ »ἐστι Σιγώ«, ἡ νῦν Ζοορὰ καλουμένη, μόνη διασωθεῖσα ἀπὸ τῆς τῶν Σοδομιτῶν χώρας. ἣ καὶ εἰς ἔτι νῦν οἰκεῖται, τῇ νεκρᾷ παρακειμένη θαλάσσῃ, καὶ φρούριόν ἐστι στρατιωτῶν καὶ φύεταί γε παρ’ αὐτῇ τὸ βάλσαμον καὶ ὁ φοῖνιξ, δεῖγμα τῆς παλαιᾶς τῶν τόπων εὐφορίας. Βάλανος <πένθους> (Gen. 35, 8). ὑφ’ ἣν ἔθαψαν ἀποθανοῦσαν τὴν τροφὸν Ῥεβέκκας. Βαράδ (Gen 16, 14). ἀνὰ μέσον Κάδης καὶ Βαρὰδ« τὸ φρέαρ τῆς Ἂγαρ <εἰς ἔτι νῦν δείκνυται. Βηθλεὲμ (Gen 35, 19) ***>φυλῆς Ἰούδα, Αἰλίας ἄποθεν ς΄ ἐπὶ τὰ νότια περὶ τὴν φέρουσαν εἰς Χεβρὼν ὁδόν, ἔνθα τὸ μνῆμα Ἰεσσαὶ καὶ Δαυὶδ δείκνυται. ἐκαλεῖτο δὲ Βηθλεὲμ καὶ ὁ υἱὸς τοῦ Ἐφραθᾶ, ὡς ἐν Παραλειπομέναις.