Ancient Greek · ~4 min
| Στοιχεῖον Μ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-11
Not analysed yet
Μανασσῆ (Gen 10, 30). χώρα τῆς Ἰνδικῆς, ἣν κατῴκησαν οἱ υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ. Μαμβρῆ (Gen 13, 18). αὕτη ἐστὶ Χεβρών, ᾖ παράκειται τάφος <τῶν> ἀμφὶ τὸν Ἁβραάμ. κεῖται καὶ ἀνωτέρω. Μαμβρῆ δὲ καὶ εἶς τῶν ἑταίρων τοῦ Ἁβραὰμ ἐκαλεῖτο. Μαδιάμ (Gen 25, 2). πόλις ἀπὸ ἑνὸς τῶν υἱῶν Ἁβραὰμ καὶ Χεττοςυρας Μαδιὰμ ἐπικληθεῖσα. κεῖται δὲ ἐπέκεινα τῆς Ἀραβίας πρὸς νότον ἐν ἐρήμῳ τῶν Σαρακηνῶν, τῆς ἐρυθρᾶς θαλάσσης ἐπ’ ἀνατολάς. ὅθεν καλοῦνται Μαδιαναῖοι καὶ ἡ νῦν καλουμένη Μαδιανή. καλεῖ δὲ καὶ ἡ γραφὴ τὰς θυγατέρας Ἰωβὰβ θυγατέρας Μαδιάμ. ἑτέρα δέ <ἐστιν πόλις ὁμώνυμος αὐτῇ πλησίον τοῦ Ἀρνωνᾶ καὶ Ἀρε>πόλεως. ἥτις νῦν ἔρημος οὔσα δείκνυται. Μωάβ (Gen 36, 35). ἀπὸ Μωὰβ υἱοῦ λώτ, πόλις τῆς Ἀραβίας ||ἡ νῦν Ἀρεόπολις. κεῖται καὶ ἀνωτέρω. καλεῖται δὲ Μωάβ καὶ ἡ χώρα, ἡ δὲ πόλις Ῥαββὰθ Μωάβ. Μασρηκά (Gen ’36). πόλις βασιλείας Ἐδὼμ περὶ τὴν Γεβαληνήν. Μάβσαρ (Gen 36, 42). εἰς ἔτι καὶ νῦν καὶ αὕτη κώμη μένει μεγίσταη Μαβσαρὰ ἐπὶ τῆς Γεβαληνῆς, ὑπακούουσα τῇ Πέτρᾳ. 39v Ι Μαγεδιήλ (Gen 36, 43). καὶ αὕτη τῶν ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαληνῇ.