Ancient Greek · ~4 min
Στοιχεῖον Ν.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-12
Not analysed yet
Ναίδ’ (Gen 4, 16). γῆ, ἔνθα κατῴκησε Κοίν’. ἑρμηνεύεται δὲ σάλος. |Νινευῆ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσοούρ, ἐξελθὼν ἀπὸ γῆς Σενναάρ. ἔστι δὲ καὶ Ἰουδαίων εἰς ἔτι νῦν πόλις Νινευῆ καλουμένη περὶ τὴν Γωνίαν τῆς Ἀραβίας. Νααλιήλ (Num 21, 19). πλησίον τοῦ Ἀρνωνᾶ, σταθμὸς τῶν υἱῶν Ἰσραήλ. ||Ναβαῦ (Num 32, 3). ὄρος ὑπὲρ τὸν Ἰορδάνην ἀπέναντι Ἱεριχοῦς ἐν γῇ Μωάβ, ἔνθα ἐτελεύτησε Μωüσῆς. καὶ δείκνυται εἰς ἔτι νῦν ἀπὸ ἕκτου σημείου Ἐσβοῦς εἰς δυσμάς. Ναβώθ (Num 32, 38). πόλις υἱῶν ῾Ρουβὶν ἐν χώρᾳ Γαλαάδ, ἧς καὶ Ἡσαΐας μέμνηται ἐν ὁράσει τῇ »κατὰ τῆς Μωαβίτιδος«, καὶ Ἱερεμίας. ἔστι δὲ καὶ ἀνδρὸς ὄνομα Ναβαῦ, ὃς »τὴν Κανὰθ καὶ τὰς« περὶ αὐτὴν ἐπωνόμασεν ἐξ αὐτοῦ Ναβώθ. καὶ δείκνυται νῦν ἔρημος ἡ Ναβαῦ, διεστῶσα Ἐσβοῦς σημείοις η΄ εἰς νότον. Ναγέβ (Num 34, 3). ὁ νότος παρ᾿ Ἑβραίοις. Σ΄ μεσημβρία.