Ancient Greek · ~2 min
Στοιχεῖον Ο.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-13
Not analysed yet
Ὀρέχ (Men 10, 10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Οὒρ τῶν Χαλδαίων (Gen 11, 28). ἔνθα ἀπέθανεν Ἀρρὰν« ἀδελφὸς Ἁβραάμ, οὗ καὶ ὁ τάφος εἰς ἔτι νῦν δείκνυταί. ἱστορεῖ Ἰώσιππος. Οὐλαμμαοῦς (Gen 28. 19). τὸ Ἑβραικὸν ἔχει Λουζά. αὕτη ἐστὶν ἡ καὶ κληθεῖσα Λουζὰ καὶ μετὰ ταῦτα Βαιθήλ. δεδήλωται ἀνωτέρω. ἔστιν δὲ καὶ ἄλλη Οὐλλαμὰ ἀπὸ ιβ' σημείων Διοκαισαρείας πρὸς ἀνατολάς. <Ὀλιβαμά (Gen 36, 14). πόλις ἡγεμόνων Ἐδώμ. Ὀδολλάμ (Gen 38, 1). κεῖται καὶ ἀνωτέρω. μέμνηται αὐτῆς Ἠσαίας.