Ancient Greek · ~7 min
Στοιχεῖον Φ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-15
Not analysed yet
Φεισών (Gen 2, 11). ἑρμηνεύεται πληθύς. ἔστιν δὲ ποταμὸς ὃν Ελληνες Γάγγην ὀνομάζουσιν· ἐκ μὲν τοῦ παραδείσου προιών, ἐπὶ δὲ »τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος«. λέγεται δὲ κυκλοῦν »πᾶσαν γῆν Εὐιλάτ«, οὐ τὸ καλὸν χρυσίον καὶ ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος«. |Φαράν (Gen 14, 6). πόλις ἐστὶν ὑπὲρ τὴν Ἀραβίαν, παρακειμένη τοῖς ἐπὶ τῆς ἐρήμου Σαρακηνοῖς, δι’ ἧς ὥδευσαν οἱ υἱοὶ Ἰσραήλ, ἀπάραντες ἀπὸ Σινᾶ. κεῖται δὲ καὶ ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ νότον, ἀπέχει δὲ Ἀϊλὰ πρὸς ἀνατολὰς ὁδὸν τριῶν ἡμερῶν, οὑ, φησὶν ἡ γραφή. κατῴκησεν Ἰσμαήλ, ὅθεν οἱ Ἰσμαηλῖται. λέγεται δὲ καὶ Χοδολλαγόμωρ κατασκῆψαι τοὺς ἐν τῇ »Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ«. Φυλιστιείμ (Gen 21, 34). ἡ νῦν Ἀσκαλὼν καλουμένη, καὶ ἡ περὶ αὐτὴν χώρα τῆς Παλαιστίνης ἐπίσημος. Φρέαρ ὁρκισμοῦ (Gen 21, 30 f.) . ὃ ὤρυξεν Ἁβραάμ, ἔνα ὤμοσεν. αὕτη νῦν καλεῖται Βηροσοβὰ ἐν τῇ Γεραριτικῇ. Φρέαρ ὁράσεως (Gen 24, 62). ἐπὶ τῆς ἐρήμου, ἔνθα κατῴκει Ἰσαάκ. Φρέαρ κρίσεως (Gen 26, 20 f.) . εἰς ἔτι νῦν ἐστι κώμη Βηρδὰν καλουμένη ἐν τῇ Γεραριτικῇ. Φρέαρ ὅρκου (Gen 20. 33). ἔνθα ὤμοσαν Ἰσαὰκ καὶ Ἀβιμἐλεχ. λέγεται δὲ καὶ πόλις Ἰσαάκ. καὶ πλείονά ἐστι φρέατα ἐν τῇ γραφῇ, καὶ εἰς ἔτι νῦν ἐν τῆ Γεραριτικᾑ καὶ ἐπ’ Ἀσκαλῶνος δείκνυται. Φανουήλ (Gen 32, 30). ἐν ᾧ πᾶ<σαν νύκτα πα>λαίοός Ἰακὼβ Ἰσραὴλ μετωνομάσθη παρὰ τὸν χειμάρρουν Ἰαβόκ. <*****>οὕτως ἐν τῷ Ὲβραϊκῷ καλεῖται. Φογώρ (Gen 36, 39). πόλις Ἀδὰδ ἐν τῇ Γεβαλιτικῇ. Φινών (Gen 36, 41). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. ἧν |ἦν δὲ καὶ πόλις ἡγεμόνων Ἐδώμ. αὕτη δέ ἐστι Φαινὼν ἔνθα τὰ μέταλλα τοῦ χαλκοῦ, μεταξὺ κειμένη Πέτρας πόλεως καὶ Ζωόρων.