Ancient Greek · ~3 min
Στοιχεῖον Χ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-16
Not analysed yet
Χαλάννη (Gen 10, 10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. κεῖται καὶ ἐν Ἠσαίᾳ· »Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη. Χαλάκ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Χαρράν (Gen 11, 31). αὕτη ἐστὶν εἰς ἔτι νῦν ἐπὶ τῆς Μεσοποταμίας καρρᾶ καλουμένη πόλις. Χεβρών (Gen 13, 18). τὸ παλαιὸν ἐκαλεῖτο ᾿Αρβόκ. ἔκτισται δὲ προτέρα Τάνεως Αἰγύπτου ἔτεσιν ξῖ κεῖται καὶ ἀνωτέρω καὶ δεδήλωται. ἦν δὲ βασιλικὴ πόλις τῶν Ἐνακίμ. |Χωβά (Gen 14, 15). »ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ«. ἔστιν δὲ καὶ Χωβά κώμη ἐν τοῖς αὐτοῖς μέρεσιν, ἐν ᾖ εἰσιν Ἑβραίων οἱ εἰς Χριστὸν πιστεύσαντες, Ἐβιωναῖοι καλούμενοι. Χαβραθά (Gen 35, 16). Ἀ΄ καθ’ ὁδόν, ἄγουσ’ ἀν’ εἰς Ἐφραθὰ τῆς Βηθλεέμ, ἔνθα τεκοῦσα Ῥαχὴλ τὸν Βενιαμὶν ἐτελεύτησεν. Χασβί (Gen 38, 5). ἔνθα ἐτέχθησαν τῷ Ἰούδᾳ παῖδες. δείκνυται νῦν ἐν ὁρίοις ἔρημος Ἐλενθεροπόλεως πλησίον Ὁδολλάμ.