Ancient Greek · ~4 min
Στοιχεῖον E.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-4
Not analysed yet
Ἐδέμ (Gen 2, 8). ὁ τοῦ θείου παραδείσου τόπος εἰς ἀνατολάς. ἑρμηνεύεται δὲ τρυφή. Εὐειλάτ (Gen 2, 11 f.) ,»οὗ ἐστι τὸ χρυσίον‘ καὶ ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος‘. χώρα πρὸς ἀνατολάς, Ε; προΣὼν ἐκ Φισὼν κυκλοῖ, ὁ παρ’ Ἕλλησι Γάγγης, ἐπὶ τὴν Ἰνδικὴν φερὀ- μενος«. καὶ ἑνὸς δὲ τῶν ἀπογόνων Νῶε ἦν ὄνομα Εὐειλάτ, ὃν σὺν τοῖς ἀδελφοῖς Ἰώσιππος »ἀπὸ Κωφῆνος ποταμοῦ ||τῆς Ἰνδικῆς καὶ τῆς πρὸς Σηρίας« κατοικῆσαι ἱστορεῖ. Ἰσμαὴλ δὲ λέγεται κατοικῆσαι ἐπὶ τῆς ἐρήμου Εὐιλά, ἥν φησιν ἡ γραφὴ μεταξὺ εἶναι ἐρήμου Σοὺρ τῆς »κατὰ πρό|σωπον Αἰγύπτου«, καὶ παρατείνειν μέχρι τῆς Ἀσσυρίων γῆς. Εὐφράτης (Gen 2, 14). ποταμὸς Μεδοποταμίας, ἐκ παραδείσου προιών. Ελλασάρ (Gen 14, 1). πόλις βασιλείας Ἀριώχ. Ἐφραθά (Gen 35, 16. 19). χώρα Βηθλεὲμ τῆς πόλεως Δαυίδ, ἐφ’ ἧς ὁ Χριστὸς ἐγεννήθη. φυλῆς Βενιαμίν. ἧς πρὸς »τῇ ὁδῷ« ἔθαψαν τὴν Ῥαχήλ, ἀπὸ σημείων ὁ τῆς Ἱερουσαλήμ, ἐν τῷ καλουμένῳ ἱπποδρόμῳ. δείκνυται τὸ μνῆμα εἰς ἔτι νῦν. καὶ ὁ πατὴρ τοῦ Βηθλεὲμ ἐκαλεῖτο Ἐφραθά, ὡς ἐν Παραλειπομέναις.