Ancient Greek · ~3 min
Στοιχεῖον Θ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-7
Not analysed yet
Θαιμάν (Gen 36, 11). χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαλιτικῇ, ἀπὸ Θαιμὰν υἱοῦ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ. ἀλλὰ καὶ εἰς ἔτι νῦν κώμη ἐστὶ Θαιμάν, ἀπέχουσα Πέτρων ἀμφὶ τὰ ἴε σημεῖα, ἐν ᾖ καὶ ἐγκάθηται στρατιωτικόν. ἔνθεν ὡρμᾶτο Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς. καὶ τοῦ Ἰσμαὴλ δὲ Θαιμὰμ λέγεται γεγονέναι παῖς. καὶ πᾶς δὲ ὁ πρὸς νότον τόπος οὕτω καλεῖται· καὶ γὰρ ἑρμηνεύεται Θαιμὰν νότος. Θαμνά (Gen 38, 12). ἔνθα ἔκειρεν Ἰούδας τὰ ἑαυτοῦ πρόβατα. διαμένει κώμη μεγάλη ἐν ὁρίοις Διοσπόλεως μεταξὺ ἀπιόντων εἰς Αἰλίαν. ἢν δὲ φυλῆς Δὰν <ἢ> Ἰούδα. Θαμνὰ ἄλλη (Gen 36, 40). πόλις ἡγεμόνων Ἐδώμ. ἢν δὲ καὶ παλλακὴ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ, ἥτις ἔτεκεν αὐτῷ τὸν Ἀμαλήκ«, ὅθεν οἱ Ἀμαληκῖται.