Ancient Greek · ~4 min
<Στοιχεῖον A.>
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῶν Κριτῶν.
Not analysed yet
Ἀρόδ (Rieht 1, 16). πόλις, ἔνθα κατῴκησαν »οἱ υἱοὶ Ἰοθώρ, τοῦ Ἰωβάβ, πενθεροῦ Μωϋσῆ« ἐν μέσῳ Ἰσραήλ. Ἀρέδ (Rieht 7, 1). πηγή, ἔνθα παρενέβαλε Γεδεών. Ἀρισώθ (Rieht 4, 2). πόλις Σίσαρά ἄρχοντος Ἰάβις. ἡ δὲ Ἰάβις ἐπέκεινα τοῦ Ἰορδάνου νῦν ἐστι μεγίστη πόλις, Πέλλης πόλεως διεστῶσα σημείοις ς΄ ἀνιόντων ἐπὶ Γέρασάν <Ἄρες (Rieht 8, 13). ἀνάβασις Ἄρες. Ἀ΄ δρυμῶν, Σ’ ὀρέων. >Ἀρουείρ (Rieht 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ ἔστι κώμη ἀπὸ σημείων ς΄ Αἰλίας ἐν τῴ ὄρει πρὸς βορρᾶν. Ἄριμά (Rieht 9, 41). ἔνθα ἐκάθισεν ὁ Ἀβιμέλεχ. |Αἰαλίν (Rieht 12, 12). πόλις »ἐν γῇ Ζαβουλών«, ὅθεν ἦν Αἰαλὼν ὁ κρίνας »τὸν Ἰσραήλ«. Ἅβελ ἀμπελώνων (Rieht 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. γῆς υἱῶν Ἄμμων. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀμπελοφόρος Ἀβελὰ ἀπὸ ς΄ σημείων Φιλαδελφίας, καὶ ἄλλη πόλις ἐπίσημος, Ἀβελὰ οἰνοφόρος καλουμένη, διεστῶσα Γαδάρων σημείοις ιβ΄ τοῖς πρὸς ἀνατολαῖς, καὶ τρίτη τις <καὶ> αὐτὴ Ἀβελὰ τῆς Φοινίκης μεταξὺ Δαμάσκου Πανεάδος.