Ancient Greek · ~25 min
<Στοιχεῖον A.>
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου..1
Not analysed yet
|Ἀσηρώθ (Num 11,35). μέρος τῆς ἐρήμου, ἔνθα »Μαριὰμ καὶ Ἀαρὼν« κατελάλησαν Μωϋσέως. κατῴκουν δὲ »οἱ Εὐαῑοι« »ἐν Ἀσηρὼθ ἕως Γάζης«. Ἀσεμωνά (Num 33,29). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ερημου. Ἀηθαρίμ (Num 21,1). Ἀκ΄ Σὺ ὁδὸς τῶν κατασκόπων, ἔνθα »ὁ Χαναναῖος ὁ καθήμενος εἰς τὸν νότον« ἐπελθὼν τῷ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ πολεμεῖται. Αἰὴ (Num 21,11) ἡ καὶ Ἀχεληαί. <Σ> ἐν τοῖς βουνοῖς. αὕτη λέ||γεται εἶναι »κατὰ πρόσωπον Μωάβ«, τῆς Ἀρεοπόλεως, «κατὰ ἀνατολάς«. Ἀρωών (Num 21,13). τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων«. κεῖται ’δε μεταξὺ »Μωὰβ καὶ τοῦ Ἀμορραίου«. καὶ ἔστιν ὅριον Μωάβ«, ἥτις ἐστὶν Ἀρεόπολις τῆς Ἀραβίας. δείκνυται δὲ εἰς ἔτι νῦν τόπος φαραγγώδης σφόδρα χαλεπὸς ὁ Ἀρνωνᾶς ὀνομαζόμενος, παρατείνων ἐπὶ τὰ βόρεια τῆς Ἀρεοπόλεως, ἐν ᾧ καὶ φρούρια πανταχόθεν φυλάττει στρατιωτικὰ διὰ τὸ φοβερὸν τοῦ τόπου. τὸ παλαιὸν δὲ ἦν Σηὼν τοῦ τῶν Ἀμορραίων βασιλέως ἀφελομένου αὐτὴν τοὺς Μωαβίτας. ἐντεῦθεν γέγονε τῆς τῶν υἱῶν Ἰσραὴλ κατασχέσεως τὰ ἐπέκεινα |τοῦ Ἰορδάνου ὅρια, παρατείνοντα ἀπὸ Ἀρνῶν ἕως ὄρους Ἀερμὼν καὶ Λιβάνου. Ἄρ (Num 21,15). τόπος τοῦ Ἀρνωνᾶ, παρὰ δὲ τοῖς Ο΄ Ἤρ ὀνομάζεται. Ἀησιμών (Num 21, 20). τόπος τῆς ἐρήμου. Ἀβελσαττείν (Num 33, 49). τόπος τῆς ἐρήμου »κατὰ δυσμὰς Μωάβ«. Ἀζώρ (Num 21, 24). »ὅριον υἱῶν Ἀμμᾶν« τῆς καὶ Φιλαδελφίας, διορίξον αὐτήν τε καὶ τὴν τῶν Ἀμορραίων χώραν. καὶ ἔστιν ἀπὸ ὀκτὼ σημείων Φιλαδελφίας ἐν δυσμαῖς Ἀζήρ κώμη, ἣ καὶ εἰς ’τι νῦν διαμένει. Ἀροήρ (Deut 3, 12; 4, 48), ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών«. πόλις Μωάβ, ἣν εἶχόν ποτε »οἱ Ὀμμείν«, ἔθνος ὃ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Μωάβ. καὶ δείκνυται εἰς δεῦρο ἐπ’ ὀφρύος τοῦ ὄρους κειμένη, ὅ τε χειμάρρους ὁ διὰ τῆς φάραγγος ||ἐπὶ τὴν νεκρὰν θάλασσαν ἐκπίπτων. γέγονεν δὲ ἡ Ἀροὴρ κλήρου φυλῆς Γάδ, καὶ λέγεται εἶναι »κατὰ πρόσωπον Ῥαββά«. Ἀσταρώθ (Deut 1, 4). πόλις ἀρχαία τοῦ Ὤγ, ἐν ᾗ κατῴκουν οἱ γίγαντες, ἣ γέγονε φυλῆς Μανασσῆ. |παράκειται δὲ ἐν τῇ Βαταναίᾳ Ἀδραᾷ πόλει τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ἕξ. ἡ δὲ Ἀδραὰ τῆς Μόστρης διέοτηκε σημείοις κε΄. κεῖται δὲ καὶ ἀνωτέρω Ἀσταρὼθ Καρναείν. Ἀγροῦ σκοπιά (Num 23, 14). ὄρος Μωάβ, ἐν ᾧ ἤγαγεν Βαλὰκ τὸν Βαλαὰμ »ἐπὶ κορυφὴν τοῦ λε’ λεαξευμένου«, ὑπερκείμενον τῆς νεκρᾶς θαλάσσης. ὃ καὶ εἰς ἔτι δείκνυται οὐ μακρὰν τοῦ Ἀρνῶνος διεστός. Ἀραβὼθ Μωάβ (Num 26, 3), ἔνθα δεύτερον ἠριθμήθη ὁ λαός. <Ἀ'> πρὸς ὁμαλὰ Μωάβ, <Σ'> ἐπὶ τὴν πεδιάδα τῆς Μωάβ, »ἥ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ«. καὶ ἔστι τόπος εἰς δεῦρο δεικννύμενος παρὰ τῷ ὄρει Φογώρ, ὃ παράκειται ἀνιόντων ἀπὸ Λιβιáδος ἐπὶ Ἐσβοῦν τῆς Ἀραβίας ἀντικρὺ Ἱεριχώ. Ἄραβά (Deutl, 1, 1?). Ἀκ΄ ἐν ὁμαλῇ, Σὺ ἐν τῇ πεδιάδι, Θεοδ΄ ἐν δυσμαῖς, <Συ'> πάλιν ἐν τῇ ἀοικήτῳ. Ἀοταρώθ (Num 32, 34). πόλις τὸ παλαιὸν τοῦ Ἀμορραίου ἐν τῇ Περαίᾳ, ἣ γέγονεν κλήρου φυλῆς Γάδ. ἐκαλεῖτο δὲ Ἀσταρὼθ 214 υἱὸς Σαλμὼ ἢ Σαλομῶνος, ὡς ἐν Παραλειπομέναις. Ἀσταρὼθ Σωφάρ (Num 32, 35). πόλις καὶ αὐτὴ φυλῆς Γάδ. Ἀράδ (Num 33, 40; 34, 4). πόλις Ἀμορραίων παρακειμένη τῇ ἐρήμῳ <τῇ> καλουμένῃ Κάδης. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀπὸ οημείου Μαλααθῶν, τῆς δὲ Χεβρὼν ἀπὸ κ΄. φυλῆς Ἰούδα. Ἀσεμωνά (Num 34, 4). πόλις ἐν τῇ ἐρήμῳ ἀπὸ νότου τῆς Ἰουδαίας, διορίξουσα Αἴγυπτον καὶ τὴν εἰς θάλασσαν διέξοδον. φυλῆς Ἰούδα. <κεῖται> καὶ ἀνωτέρω σταθμός. Ἀκραββείν (Num 34, 4). ὅριον τῆς Ἰουδαίας ἀνατολικόν, φυλῆς Ἰούδα. καὶ κώμη δέ ἐστιν μεγίστη διεστῶσα Νέας πόλεως σημείοις θ’ ἐν ἀνατολαῖς κατιόντων ἐπὶ τὸν Ἰορδάνην ὡς ἐπὶ Ἱερχὼ διὰ τῆς καλουμένης Ἀκραβαττίνης. λέγεται δὲ καὶ ὅριον τῶν Ἀμορραίων Ἀκραβείμ, ἀφ’ ἦς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους ἡ φυλὴ Νεφθαλείμ, ὡς ἐν κριταῖς. Ἀσαδαδδά (Num 34, 8). ὅριον τῆς Ἰουδαίας βόρειον. <Ἀράδ (Num 34, 4). ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας. >ἀπέχει δὲ Κεβρῶνος σημείοις κ΄ πρὸς νότον. κεῖται ἀνωτέρω, Ἀσαρηνάν (Num 34, 9). ὅριον τῆς Ἰουδαίας βόρειον. Ἀσερνά (Num. 34, 10). ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας. Ἄρβηλά (Num 34, 11). ὅριον ἀνατολικὸν τῆς Ἰουδαίας. ἐστι δὲ κώμη τις Ἄρβηλά πέραν τοῦ Ἰορδάνου ἐν ὁρίοις Πέλλης πόλεως Παλαιοτίνης. καὶ ἄλλη δὲ Ἄρβηλά κεῖται ἐν τῷ μεγάλῳ πεδίῳ, τῆς Λεγεῶνος διεστῶσα σημείοις Αὐλών (Deut 1, 1). πεδιὰς μεγάλη ἐπιμήκης ὁ Αὐλὼν εἰς ἔτι ||καὶ νῦν καλεῖται. αὕτη δὲ περιέχεται ὄρεσιν ἑκατέρωθεν, παρατείνουσιν ἔκ τε τοῦ Λιβάνου καὶ ἔτι ἄνωθεν ἐπὶ τὴν ἔρημον Φαράν. εἰσὶν δὲ ἐπὶ τοῦ Αὐλῶνος πόλεις ἐπίσημοι <Τιβεριὰς> καὶ ἡ πρὸς αὐτῇ λίμνη, Σκυθόπολις, Ἱεριχὼ καὶ ἡ νεκρὰ θάλασσα αἵ τε περὶ αὐτὰς χῶραι ὦν μέσος >Ἰορδάνης φέρεται, ἐξιὼν μὲν ἀπὸ κατὰ Πανεάδα πηγῶν, εἰς δὲ τὴν νεκρὰν θάλασσαν ἀφανιξόμενος. Ἀμαληκῖτις (?). χώρα ἐν τῇ ἐρήμῳ τῇ πρὸς μεσημβρίαν τῆς Ἰουδαίας, ὑπερκειμένη τῆς νῦν καλουμένης Πέτρας πόλεως, ἀπιόντων εἰς Ἀϊλά. ἐπισημαίνεται δὲ καὶ ἡ γραφὴ λέγουσα »Ἀμαλὴκ δὲ κατοικεῖ ἐν τῇ γῇ πρὸς νότον«. ἐκ γειτόνων δὲ αὐτῶν ἄλλος Χαναναῖος |ὑπῆρχεν, ὁ καὶ πολεμήσας τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ὃ καὶ αὐτὸ μαρτυρεῖ ἡ γραφὴ λέγουσα »ὁ δὲ Ἀμαλὴκ καὶ οἱ Χαναναῖοι κατοικοῦσιν ἐν τῇ κοιλάδι«. Ἄραβά (Deut 1, 7) <Ἀ΄ ὁμαλή, Σ΄> πεδιάς. κεῖται καὶ ἀνωτέρω. ἔστι δὲ καὶ κώμη καλουμένη Ἄραβά ἐν ὁρίοις Διοκαισαρείας, καὶ ἀπὸ τριῶν σημείων Σκυθοπόλεως ἄλλη πρὸς δυσμάς. Ἀμμᾶν (Deut 2, 19). ἡ νῦν Φιλαδελφία, πόλις ἐπίσημος τῆς Ἀραβίας. »κατῴκουν« δὲ αὐτὴν »πρότερον οἱ Ῥαφαείν«, ἔθνος ἀρχαῖον, ὅπερ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Ἀμμᾶν. Ἀργόβ (Deut 3, 4). χώρα »βασιλείας Ὢγ« ὑπὲρ τὸν Ἰορδάνην, ἣν ἔλαβον οἱ ἀπὸ φυλῆς Μανασσῆ. κεῖται δὲ εἰς ἔτι νῦν κώμη πέριξ Γέρασαν πόλιν τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ιε΄ πρὸς δυσμάς, καλεῖται δὲ νῦν Ἐρυά. ἑρμηνεύει δὲ αὐτὴν ὁ Σύμμαχος περίμετρον. Ἀοηδώθ (Deut 3, 17). πόλις τῶν Ἀμορραίων, ἣ γέγονε φυλῆς Ῥουβίν. λέγεται δὲ Ἀσηδὼθ Φαογώ, ὅ ἐστι λαξευτή. Ἀβαρείμ (Deut 32, 49). ὄρος ἐν ᾧ Μωϋσῆς τελευτᾷ. λέγεται δὲ εἶναι »ὂρος Ναβαῦ ὅ ἐστιν ἐν γῇ Μωὰβ ἀντικρὺ Ἱεριχὼ« ὑπὲρ τὸν Ἰορδάνην »ἐπὶ |κορυφὴν Φασγώ«, καὶ δείκνυται ἀνιόντων ἀπὸ ἐπὶ Ἐσβοῦν τοῖς αὐτοῖς ὀνόμασι καλούμενον πλησίον τοῦ Φοrὸρ ὅρους οὕτως καὶ εἰς δεῦρο χρηματίζοντος, ἔνθεν καὶ ἡ χώρα εἰς ἔτι νῦν ὀνομάξεται Φασγώ. Αὐὼθ Ἰαείρ (Deut 3, 14), <ἐπαύλεις Ἰαείρ. >αὕτη ἐστὶν ἡ βασᾶν. εἰσὶ δὲ κῶμαι Ἰαεὶρ ἐν τῷ ὄρει Γαλαάδ, ἃς ἔλαβε τὸ ἥμισυ φυλῆς Μανασσῆ· καί εἰσιν ἐν τῇ καλουμένῃ Γωνίᾳ τῆς Βαταναίας.