Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.11-3
Not analysed yet
πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ᾿ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.