Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.12-2
Not analysed yet
τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν θνητὸς, ὡς ἂν φαῖεν, ἄνθρωπος —τάχα δ’ ἂν εἴποιεν ὅτι καὶ πλάνος —οἶ δὲ σωτῆρες καὶ θεοὶ, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ, καὶ πᾶσαν ἐξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ’ ὄντι, ὡς ἂν εἴποιεν αὐτοὶ, παραδεδωκότες;