Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.14
Not analysed yet
ἀλλὰ καὶ εἶς ὢν, καὶ, ὡς ἄν τις ὑπολάβοι ,μόνος, τὸ πλὴθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει, καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ’ εἶναι, μηδ’ ἐνεργεῖν, μηδέ πη παραφαίνεσθαι, μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοὶ, δαίμονες δ’ ἦσαν πονηροί· μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰμὰς, καὶ εἰς μεῖζον ἀρετῆς καθ’ ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι,