Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.2-4
Not analysed yet
ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρη- μένον, εἰς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον ,ταύτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγ- γραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύ θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαί- ρουσι προσαγορεύοντες ,καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστὼς ,πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολο- γουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον.