Ancient Greek
1.24 to 1.31
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.24-31
Not analysed yet
ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην · ταύτην δὲ ὑφ’ ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ’ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι · τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι, καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν, καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Δῖός Ὄσιριν. ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον ,καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἔλληνας ἐξιδιάξεσθαι τοὺς ἐπιφανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι’ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης. ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς ,καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ’ Ἕλλησιν ὕστερόν ποτε γενομένου. φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἀργὸς μεταφέρεσθαι. μυθολογούντων αὐτὴν εἶναι Ἰὼ, τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἴσιν, τοὺς δὲ Δήμητρα, τοὺς δὲ Θεσμοφόρον, ἄλλους δὲ Σελήνην, καὶ ἄλλους Ἥραν νομίζειν. τὸν Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα ,τοὺς δὲ Ἄμμωνα ,τοὺς δὲ Δία ,ἑτέρους δὲ Πάνα νομίζειν. εὑρετὴν δὲ γενέσθαι τὴν Ἰσίν φασι φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον ,δι’ οὗ τὸν υἱὸν Ὦρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα, καὶ νεκρὸν εὑρεθέντα καθ’ ὕδατος, μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. τὸν δὲ Ὦρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα ,τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ θεραπειᾶ ν εὐεργετεῖν.