Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.33
Not analysed yet
Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι. περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον τοιοῦτός τις παρ’ αὐτοῖς κατέχει λόγος ‘‘Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεοὺς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις, καὶ οὕτως διαφυγεῖν · ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις σεῖς αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώθησαν.