Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.4
Not analysed yet
τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφε; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ τῶν ἀγαθῶν τὸν δημιουργὸν ἐξοικειούμενος; ἢ τίνος ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος;