Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.7-3
Not analysed yet
τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ πλάνη ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα, μαθήματά τε παντοῖα διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόκαὶ που τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρηστήριά τε καὶ μαντεύματα;