Ancient Greek · ~2 min
1.7 to 1.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.7-4-8
Not analysed yet
ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ᾿ αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ᾿ αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων. γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπι- κληθέντα Φιλάδελφον, καθ᾿ ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν, διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς, τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον