Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.13-3
Not analysed yet
ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο Προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων d προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ’ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον, μηδέ γε αύτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν.