Ancient Greek · ~2 min
10.2 to 10.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.2-3
Not analysed yet
τοῦτό τινές φασιν ἰλὺν, οἷ δὲ ὑδατώδους μίξεως σῆψιν. καὶ ἐκ ταύτης ἐγένετο πᾶσα σπορὰ κτίσεως καὶ γένεσις τῶν ὅλων. ἦν δέ τινα ζῷα οὐκ ἔχοντα αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῷα νοερὰ, καὶ ἐκλήθη Ζωφασημὶν, τοῦτ’ ἔστιν οὐρανοῦ κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ ἐξέλαμψε Μὼτ, ἥλιός τε καὶ σελήνη ἀστέρες τε καὶ ἄστρα μεγάλα.” Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἄντικρυς ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἐξῆς ὡς καὶ τὴν ζωογονίαν ὑποστῆναι λέγει. φησὶν οὑν