Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.2-4
Not analysed yet
λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἀπάντων οὐρανὸν ἐστερεῶσθαι, καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τἀς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις ἀρδομένην τὴν γῆν μυρία γένη φυτῶν τε καὶ ζῴων ἀναδιδόναι·