Ancient Greek · ~6 min
10.22 to 10.28
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.22-28
Not analysed yet
καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν δὲ τῇ Ἀραβίᾳ καὶ τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι. παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ᾿ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ, ἢ ἀδελφὸν ἄτεκνον, ἢ ἀδελφὴν ἄγαμον, ἢ υἱὸν, ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ᾿ Ἕλλησι δὲ καὶ ῾Ρωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν συγγενῶν φονευταί. ἐν Ἄτροις ὁ κλέπτων τι ὀβολοῦ ἄξιον λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ ῾Ρωμαίοις πληγαῖς αἰκίζεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ, ὡς ἐπὶ ἀνατολὰς, ὁ λοιδορούμενος ὡς φονεὺς, ἢ ὡς κλέπτης, οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ᾿ Ἕλλησι δὲ καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται. ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι, ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν, ἢ πατέρων, καὶ συγγενῶν φονεύονται, καὶ τα- φῆς προδήλου οὐκ ἀξιοῦνται. παρὰ δὲ Γάλλοις οἶ νέοι γαμοῦνται μετὰ παρρησίας ,οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ’ αὐτοῖς νόμον. καὶ οὐ δυνα- τόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριξομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα. ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχου- σιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἔνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον.