Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.31
Not analysed yet
καὶ παρὰ Ταηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ, καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς παρὰ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι, καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ, καὶ ἐν τῇ Σκυθίᾳ, καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοὐ Πόντου ἔθνεσι, καὶ ὅλη τῇ Ἀλανίᾳ καὶ ΑλΒανίᾳ καὶ Ὠτηνῆ̣ καὶ Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην ,οὐ πλάστην, οὐ ςωγράρον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην ,οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων ἀλλ’ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης.