Ancient Greek · ~2 min
10.37 to 10.38
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.37-38
Not analysed yet
τὸ δὲ σύμβολον ἦν, ἐπειδὴ Κρόνος κοιμώμενος ἔβλεπε, καὶ ἐγρηγορὼς ἐκοιμᾶτο · καὶ ἐπὶ τῶν πτερῶν ὁμοίως, ὅτι ἀναπαυόμενος ἔπτατο καὶ ἱπτάμενος ἀνεπαύετο. τοῖς δὲ λοιποῖς θεοῖς δύο ἑκάστῳ πτερώματα ἐπὶ τῶν ὤμων, ὡς ὅτι δὴ συνίπτντο τῷ Κρόνῳ. καὶ αὐτῷ δὲ πάλιν ἐπὶ τῆς κεφαλῆς πτερὰ δύο, ἕν ἐπὶ τοῦ ἡγεμονικωτάτου νοῦ καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως. ἐλθὼν δὲ ὁ Κρόνος εἰς νότου χώραν ἅπασαν τὴν Αἴγυπτον ἔδωκε θεῷ Ταυθῷ, ὅπως βασίλειον αὐτῷ γένηται. ταῦτα δὲ (φησὶ) πρῶτοι πάντων ὑπεμνηματίσαντο οἶ ἑπτὰ παῖδες Κάβειροι, καὶ ὁ ἴδιος αὐτῶν ἀδελφὸς Ἀσκληπιὸς, ὡς αὐτοῖς ἐνετείλατο θεὸς Ταυθός.