Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.4-2
Not analysed yet
εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνό- σιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων θυσία ,ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες ; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες;