Ancient Greek · ~5 min
10.40 to 10.43
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.40-43
Not analysed yet
Εἶσ᾿ ἑξῆς αὖθις ἐπιλέγει ‟Οἱ δὲ Ἑλληνες εὐφυίᾳ πάντας ὑπερβαλλόμενοι τὰ μὲν πρῶτα πλεῖστα ἐξιδιώσαντο, εἶτα καὶ τοῖς προκοσμήμασι ποικίλως ἐξετραγῴδησαν, ταῖς τε τῶν μύθων ἡδοναῖς θέλγειν ἐπινοοῦντες παντοίως ἐποίκιλλον. ἔνθεν Ἡσίοδος οἵ τε κυκλικοὶ περιηχημένοι θεογονίας καὶ γιγαντομαχίας καὶ Τιτανομαχίας ἔπλασαν ἰδίας καὶ ἐκτομὰς, οἷς συμπεριφερόμενοι ἐξενίκησαν τὴν ἀλήθειαν. σύντροφοι δὲ τοῖς ἐκείνων πλάσμασιν αἱ ἀκοαὶ ἡμῶν γενόμεναι ,καὶ προληφθεῖσαι πολλοῖς αἰῶσιν, ὡς παρακαταθήκην φυλάσσουσιν ἣν παρεδέξαντο μυθοποιίαν, καθάπερ καὶ ἀρχόμενος εἶπον, ἥτις συνεργηθεῖσα χρόνῳ δυσεξίτητον αὐτῆς τὴν κατοχὴν εἴργασται, ὥστε τὴν μὲν ἀλήθειαν δοκεῖν λῆρον ,τὸ δὲ τῆς ἀφηγήσεως νόθον ἀλήθειαν." Ταῦτα ἀπὸ τῆς Σαγχουνιάθωνος προκείσθω γραφῆς, ἑρμηνευθείσης μὲν ὑπὸ Φίλωνος τοῦ Βυβλίου, δοκιμασθείσης δὲ ὡς ἀληθοῦς ὑπὸ τῆς Πορφυρίου τοῦ φιλοσόφου μαρτυρίας. ὁ δ’ αὐτὸς ἐν τῷ b περὶ Ἰουδαίων συγγράμματι ἔτι καὶ ταῦτα περὶ τοῦ Κρόνου γράφει ‟Ταυθὸς, ὃν Αἰγύπτιοι Θωὺθ προσαγορεύουσι, σοφίᾳ διενεγκὼν παρὰ τοῖς Φοίνιξι, πρῶτος τὰ κατὰ τὴν θεοσέβειαν ἐκ τῆς τῶν χυδαίων ἀπειρίας εἰς ἐπιστημονικὴν ἐμπειρίαν διέταξεν. ᾧ μετὰ γενεὰς πλείους θεὸς Σουρμουβηλὸς Θουρώ τε ἡ μετονομασθεῖσα Εὔσαρθις ἀκολουθήσαντες κεκρυμμένην τοῦ Ταυοῦ καὶ ἀλληγορίαις ἐπεσκιασμένην τὴν θεολογίαν ἐφώτισαν. "