Ancient Greek · ~2 min
10.5 to 10.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.5-6
Not analysed yet
Τοιαύτη αὐτοῖς καὶ ἡ ζωογονία. τούτοις ἐξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων “Ταῦθ’ ηὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα Τααύτου καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια καὶ ηὗρε καὶ ἡμῖν ἐφώτισεν.’ Ἑξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν νότοου καὶ βορέου καὶ τῶν λοιπῶν ἐπιλέγει “Ἀλλ’ οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὦν αὐτοί τε διεγένοντο καὶ οἶ ἑπόμενοι, καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν.”