# Praeperatio Evangelica 10.6-4-8

Eusebius, Praeperatio Evangelica, 10.6 to 10.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/10.6-4

οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν; φήσαντος τοῦ θεοῦ “ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσων, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ,” ἅμα λόγῳ τοὔργον ἀποδοῦναι, ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον. εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου τοὺς οἰκείους ἀποδιδόναι δρόμους, εἶναί τε καὶ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ, τῶν θείων κατολιγωροῦντι νομων; Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμὰς τε εἶλε καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνήμεθα.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
