Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.13
Not analysed yet
Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. ἆρ’ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ’ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγέννητον εἶναι τὸν κόσμον, καὶ μηδ’ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασν γεγονέναι;