# Praeperatio Evangelica 11.27-33

Eusebius, Praeperatio Evangelica, 11.27 to 11.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/11.27

τῆς δ᾿ αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ᾿ ἣν τοὺς καρποὺς πε- παίνει ἡ πυρὸς δύναμις, Διόνυσος κέκληται ἑτέρως, ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις , ἢ παρὰ τὸ περιδινεῖν, ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὦρος κατὰ τοῦτο κέκληται. τῆς δ᾿ αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ᾿ ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. ὁμοίως μέντοι καὶ τὴν φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φω- τὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. ὁ δὲ Κέρβερος τρικέφαλος μὲν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολὴ, μεσημβρία, δύσις. τὴν δὲ σελήνην, παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· λοχία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνἀ τις οὖσα. Εκάταη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρί- μορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ᾿ αὖ πανσε- λήνου ἡ χαλκοσάνδαλος σύμβολον. ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. τόξα δὲ φέρει καθάπορ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
