Ancient Greek · ~5 min
11.53 to 11.57
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.53-57
Not analysed yet
εἰ δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παν- τὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι- έχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι d ἀποδεδεῖχθαι, τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως. “Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δὴ ὅτι εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον · ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν ,γενόμενος σχημα- τισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τρόπον, τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ,ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου, ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ ζωδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοὐ μεσου- ρανήματος καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος.