Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.60
Not analysed yet
εἰ γὰρ τοῦτο ἀμήχανον, καθ’ ὃ δὴ ὅ τι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς . ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ. ἀληθεύειν οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον.