Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12.6
Not analysed yet
ταῦτα Σολομῶν ἐν Παροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου “τί δέ ἐστιν σοφία, καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστή- ρια, ἀλλ᾿ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.” οἷς ἑξῆς ἐπιλέγει “ἔστι γὰρ αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, παντεπίσκοπον, καὶ διὰ πάν- τῶν χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων.