Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.1-2
Not analysed yet
‘‘Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινο- τάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων ,ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος ,τούτων ἐκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἶ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἶ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινὲς, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. "