# Praeperatio Evangelica 14.1-3

Eusebius, Praeperatio Evangelica, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/14.1-3

Ἐμφαίνουσι δὲ πολλαχοῦ οἶ θεοὶ ἅπερ λέγουσι προσημαίνοντες, τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, εἶναι αὐτοὺς , εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν ‘‘κλῄζειν Ἑρμείην ἠδ’ Ἠέλιον κατὰ ταὐτὰ, ἡμέρῃ Ἠελίου , Μήνην δ’ ὅτε τῆσδε παρείη, ἠδὲ Κρόνον καὶ Ρέαν ἠδ᾿ ἑξείης Ἀφροδίτην κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ᾿ ἄριστος τῆς ἑπταφθόγγου βασιλεὺς, ὃν πάντες ἴσασιν· Ὀστάνην λέγεις εἰπόντων ἐπήγαγεν καὶ σφόδρα καὶ καθ᾿ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.”

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
