Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.8
Not analysed yet
“Ὅταν γε νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ, καὶ, ὥς φασι, ταῖς τῶν βοῶν καὶ ἄλλων ζώων θοίναις, πότ’ ἂν ἑκὼν σωφρονήσειε ; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν ; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοὶ, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων ,μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρ- θὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ δίκαιος καὶ ὅσιος ἔσεται ;