Ancient Greek
15.1 to 15.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.1-2-3
Not analysed yet
“Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσιν δὲ, ἀλλ’ ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων.” Καὶ αὖθις ἐξῆς φησιν “Ὅτι δὲ οὐ θεοῖς ,ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυ- νάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ αὐτῶν τῶν θεολόγων · καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοὶ, οἱ δὲ ἀγαθοὶ οὐκ ἐνοχλήσουσιν ἡμῖνμ." Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων μόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς ,τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἶ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἀλίσκονται; λάβοις δ’ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε.