Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.18
Not analysed yet
Τοιαῦτα καὶ τὰ παρὰ Ἑβραίων δόγματα, ἃ τῆς Ἑλλήνων πολυθέου καὶ δαιμονικῆς πλάνης προτετιμήκαμεν, θείας μὲν δυνάμεις ὑπηρετικὰς τοῦ παμβασιλέως θεοῦ καὶ λειτουργικὰς εἰδότες, καὶ κατὰ τὸ προσῆκον τιμῶντες, μόνον δὲ θεὸν ὁμολογοῦντες, καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς, καὶ τὰ κατ᾿ οὐρανὸν ἅπαντα, τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων ἡ πάντων ἀρχὴ τὸν αὐτοῦ πατέρα μόνον ἡγεῖσθαι θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.