# Praeperatio Evangelica 15.9-2-14

Eusebius, Praeperatio Evangelica, 15.9 to 15.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/15.9-2

τὰ δ᾿ ἐν μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν. τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ᾿ ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ, δεδωρῆσθαι. ἔνθεν οἱ πάντες Ἑβραίων θεόλογοι, μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν πρωτότοκον αὐτοῦ σοφίαν 5 τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον πνεῦμα προσειπόντες ἀποθειάζουσιν, ὑφ’ οὗ καὶ ἐφωτίζοντο θεοφορούμενοι. ἑξῆς δὲ οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ ἀστέρα φασὶν ἀστέρος διαφέρειν ἐν δόξῃ. θνητῇ μὲν οὑν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ’ οὐρανὸν στρατιὰς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἴ’ ἀγνοεῖν. διὸ παρ’ αὐτοῖς λέγεσθαι “ὁ ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.’ οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει, ἀναρίθμητά τε φῦλα καὶ γένη, ἀλλ’ οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ. διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ θεῷ παριστάς τις θεολόγων φησὶ “μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ” διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ’ ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ’ ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία. ἄλλος δέ τις προφήτης περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν τῶν ἀπάντων θεολογεῖ, φάσκων κύριε ὁ θεός μου μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.”

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
