# Praeperatio Evangelica 16.1-2

Eusebius, Praeperatio Evangelica, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/16.1-2

“ Ἄμφι δὲ Πύθω οἱ Κλαρίην τε θεοπρόπα Φοίβου αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς. μύρια μὲν γαίης μαντήια θέσκελα νώτῳ ἐβλύσθη, πηγαί τε καὶ ἄσθματα δινήεντα· καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο ἀυτὴ γαία χανοῦσα , τὰ δ’ ὤλεσε μυρίος αἰὼν. μούνῳ δ’ ἠελίῳ φαεσιμβρότῳ εἰσέτ’ ἔασιν ἐν Διδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ, Πυθῶνός τ’ ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος, καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς. Νίκαεῦι δὲ χρῶν ἔφη Πυθῷον δ’ οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν· ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισιν βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς. ῥέξατε δ’ ὡς ἔθος ἐστὶ θεοπρόπα θύματα Φοίβῳ.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
