Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.21
Not analysed yet
ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτή- ριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρε σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπειον γέ- νος τοιαῦτα πράττειν; ἦ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μαιφόνους κατέστησαν. οὐ γὰρ θεός τις ἦν, ἀλλ᾿ ἄνθρωπος, ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον.