Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.3-2
Not analysed yet
τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσε- βείας ἐκπεπτωκότα, καὶ κακίας μὲν ἰοῦ καὶ δυσσεβείας αὐτὸν αὐτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν ὄθιν, μέλανά τε καὶ ἑρπυστικὸν ἑρπυστικὸν, ἰοῦ θανατηφόρου γεννητικὸν, θῆρά τε ἄγριον, καὶ ἀνθρωποβόρον λέοντα, καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν.