Ancient Greek
17.1 to 17.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.1-3-2
Not analysed yet
Κἀνταῦθα πάλιν ἡ μὲν τῶν Φοινίκων καὶ Αἰγυπτίων ζωογονία αὐτόματον εἰσῆγε τῶν ἐπὶ γῆς ἁπάντων ζῴων τε καὶ ἀνθρώπων τὴν γένεσιν, μίαν καὶ τὴν αὐτὴν ὁμοίως φύσιν συντυχικῶς ἀπὸ γῆς προελθεῖν διαγράφουσα, κατ᾿ οὐδέν τε τὴν ἄλογον διαφέρειν τῆς λογικῆς ψυχῆς τε καὶ οὐσίας ὑποτιθεμένη. ταῦτα γοῦν ἐδήλουν αἱ προπαρατεθεῖσαι τῶν παρ᾿ αὐτοῖς συγγραφέων λέξεις. παῖδες δὲ πάλιν Ἑβραίων εἰκότως ἡμῖν προτετίμηνται, τὰ περὶ τῆς πρώτης ἀνθρώπων συστάσεως παγκάλως καὶ σοφῶς καὶ ἀληθῶς διειληφότες,